Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.11 Dem. 23.15 (English) >>Dem. 23.18

23.13καὶ ὅτι ταῦθʼ οὕτως ᾤοντο καὶ τοῦτʼ ἦν τὸ κατασκεύασμʼ αὐτοῖς, τὰ πραχθέντʼ αὐτὰ κατηγορεῖ. ἅμα γὰρ τῷ πολέμῳ τʼ ἐνεχείρουν αὐτοὶ καὶ πρὸς ὑμᾶς ἧκεν Ἀριστόμαχος πρεσβευτὴς παρʼ αὐτῶν Ἀλωπεκῆθεν οὑτοσί, ὃς ἄλλα τʼ ἐδημηγόρει παρʼ ὑμῖν ἐπαινῶν καὶ διεξιὼν τὸν Κερσοβλέπτην καὶ τὸν Χαρίδημον, ὡς φιλανθρώπως ἔχουσι πρὸς ὑμᾶς, 23.14καὶ μόνον ἀνθρώπων ἂν ἔφη Χαρίδημον Ἀμφίπολιν κομίσασθαι τῇ πόλει δύνασθαι, καὶ παρῄνει στρατηγὸν χειροτονῆσαι. ἡτοίμαστο δʼ αὐτοῖς τοῦτο τὸ προβούλευμα καὶ προδιῴκητο, ἵνʼ εἰ πεισθείητʼ ἐκ τῶν ὑποσχέσεων καὶ τῶν ἐλπίδων ἃς ὑπέτεινʼ Ἀριστόμαχος, εὐθὺς ἐπικυρώσειεν δῆμος καὶ μηδὲν ἐμποδὼν εἴη. 23.15καίτοι πῶς ἂν τεχνικώτερον κακουργότερον συμπαρεσκεύασαν ἄνθρωποι, ὅπως οἱ μὲν ἐκπεσοῦνται τῶν βασιλέων, εἷς δʼ ὃν αὐτοὶ βούλονται πᾶσαν ὑφʼ αὑτῷ ποιήσεται τὴν ἀρχήν, τοὺς μὲν τοῖν δυοῖν βοηθήσαντας ἂν εἰς φόβον καὶ συκοφαντίας εὐλάβειαν καθιστάντες, ἣν εἰκὸς προσδοκᾶν ἐκείνους ἐφʼ ἑαυτοὺς ἐλθεῖν ἂν διὰ τοῦ ψηφίσματος τουτουί, τῷ δʼ ἑνὶ πράττοντι τὴν ἀρχὴν καὶ πάντα τἀναντία τοῖς ὑμῖν συμφέρουσι κατασκευάζοντι τοσαύτην ἐξουσίαν διδόντες τοῦ ταῦτʼ ἀδεῶς πράττειν; 23.16οὐ τοίνυν μόνον ἐκ τούτων δῆλόν ἐσθʼ ὅτι τούτων ἕνεκʼ ἐρρήθη τὸ προβούλευμʼ ὧν λέγω, ἀλλὰ καὶ ἐκ τοῦ ψηφίσματος αὐτοῦ μαρτυρία τίς ἐστʼ εὐμεγέθης. “ἂν γὰρ ἀποκτείνῃ τις Χαρίδημονγράψας καὶ παραβὰς τὸ τί πράττοντʼ εἰπεῖν, πότερʼ ἡμῖν συμφέροντʼ οὔ, γέγραφʼ εὐθὺςἀγώγιμον ἐκ τῶν συμμάχων εἶναι.”


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.11 Dem. 23.15 (English) >>Dem. 23.18

Powered by PhiloLogic